Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.78 Joseph. AJ 1.84 (English) >>Joseph. AJ 1.89

1.82χρόνος δὲ οὗτος ἀπὸ Ἀδάμου τοῦ πρώτου γεγονότος ἐτῶν ὑπῆρχε δισχιλίων διακοσίων ἑξηκονταδύο. ἀναγέγραπται δὲ χρόνος ἐν ταῖς ἱεραῖς βίβλοις σημειουμένων μετὰ πολλῆς ἀκριβείας τῶν τότε καὶ τὰς γενέσεις τῶν ἐπιφανῶν ἀνδρῶν καὶ τὰς τελευτάς. 1.83

Ἀδάμῳ μὲν τριακοστῷ ἤδη καὶ διακοσιοστῷ ἔτει γεγονότι παῖς Σῆθος γίνεται, ὃς ἐνακόσια καὶ τριάκοντα ἔτη ἐβίωσε. Σῆθος δὲ κατὰ πέμπτον καὶ διακοσιοστὸν ἔτος ἐγέννησεν Ἄνωσον, ὃς πέντε ζήσας ἔτη καὶ ἐνακόσια Καϊνᾷ τῷ παιδὶ τὴν τῶν πραγμάτων ἐπιμέλειαν δίδωσι τεκνώσας αὐτὸν περὶ ἐνενηκοστὸν καὶ ἑκατοστὸν ἔτος· οὗτος ἐβίωσεν ἔτη δώδεκα πρὸς τοῖς ἐνακοσίοις. 1.84Καϊνᾶς δὲ βιοὺς δέκα καὶ ἐνακόσια Μαλαῆλον υἱὸν ἔσχεν ἔτει γενόμενον ἑβδομηκοστῷ καὶ ἑκατοστῷ. οὗτος Μαλαῆλος ζήσας πέντε καὶ ἐνενήκοντα καὶ ὀκτακόσια ἔτη ἐτελεύτησεν Ἰάρεδον καταλιπὼν υἱόν, ὃν ἔτος πέμπτον ἑξηκοστὸν καὶ ἑκατοστὸν γενόμενος ἐγέννησε. 1.85τοῦτον εἰς ἐννέα καὶ ἑξήκοντα πρὸς τοῖς ἐνακοσίοις βιώσαντα Ἄνωχος υἱὸς διαδέχεται γεννηθεὶς περὶ ἔτη δύο καὶ ἑξήκοντα καὶ ἑκατὸν τοῦ πατρὸς αὐτῷ τυγχάνοντος. οὗτος ζήσας πέντε καὶ ἑξήκοντα πρὸς τοῖς τριακοσίοις ἀνεχώρησε πρὸς τὸ θεῖον, ὅθεν οὐδὲ τελευτὴν αὐτοῦ ἀναγεγράφασι. 1.86Μαθουσάλας δὲ Ἀνώχου παῖς κατὰ ἔτος αὐτῷ γεγονὼς πέμπτον καὶ ἑξηκοστὸν καὶ ἑκατοστὸν Λάμεχον υἱὸν ἔσχε περὶ ἔτη γεγονὼς ἑπτὰ καὶ ὀγδοήκοντα καὶ ἑκατόν, τὴν ἀρχὴν παρέδωκεν αὐτὸς αὐτὴν κατασχὼν ἐννέα καὶ ἑξήκοντα καὶ ἐνακοσίοις.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.78 Joseph. AJ 1.84 (English) >>Joseph. AJ 1.89

Powered by PhiloLogic